DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
95

ΝΑΡΚΗ. Πλάτων Κάνθαρος ἐν Συμμαχίᾳ· νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίνεται. δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι· τῇ θαλαττίᾳ νάρκῃ· καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ. δὲ κλῆσις αὐτῆς καὶ παρʼ Ὁμήρῳ· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ. Μένανδρος δʼ ἐν Φανίῳ διὰ τοῦ α ἔφη· ὑπελήλυθέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα, μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δʼ ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφʼ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δὲ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω. ἐστὶ δʼ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δʼ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δʼ Λαοδικεὺς ἐν τῷ περὶ τῶν Νικάνδρου Θηριακῶν μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς, διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι. δʼ Ἀρχέστρατός φησι· καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ. Ἄλεξις ἐν Γαλατείᾳ· νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην ὀπτᾶν ὅλην. ἐν δὲ Δημητρίῳ· ἔπειτα νάρκην ἔλαβον ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπʼ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License