DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
94

ΜΟΡΜΥΡΟΣ. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δʼ οὕτως· καὶ χελιδόνες τε μύρμαι τοί τε κολιᾶν μέζονες ἐντί. Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς δʼ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ, ἣν προσεφώνησέ τινι τῶν ἑταίρων δυσώνῃ, φησίν· οὐκ ἄχρηστον δὲ πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότα τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον· μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδέ ποτʼ ἐσθλός. καὶ τὴν ἀμίαν ὠνοῦ φθινοπώρου, νῦν δʼ ἐστὶν ἔαρ. καὶ· κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται, νῦν δʼ ἐστὶ θέρος· καὶ πολλὰ τῶν τοιούτων. ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων. τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License