DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
93

ΜΕΛΑΝΟΥΡΟΣ. περὶ τούτου φησὶ Νουμήνιος ἐν Ἁλιευτικῷ· σκορπίον πέρκαισι καθηγητὴν μελάνουρον. Ἱκέσιος δʼ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δʼ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· ἦν δὲ σαργῖνοί τε μελάνουροί τε. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῳικῶν γράφει οὕτως· ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι. ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον· ὃν Νουμήνιος καλεῖ ψόρον οὕτως· ψόρον σάλπας αἰγιαλῆα δράκοντα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License