DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
92

ΜΑΙΝΙΔΕΣ. ταύτας φησὶν Ἱκέσιος εὐχυλοτέρας εἶναι τῶν κωβιῶν, λείπεσθαι δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δʼ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακας καὶ σμαρίδας, ὧν μνημονεύειν καὶ Ἐπίχαρμον ἐν Γᾷ καὶ Θαλάσσᾳ οὕτως· ὅκχʼ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας. Ἐπαίνετος δʼ ἐν Ὀψαρτυτικῷ φησι· σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί. Ἀντιφάνης δʼ ἐν Ἀγροίκῳ Βουταλίωνι Ἑκάτης βρώματα καλεῖ τὰς μαινίδας διὰ τὴν βραχύτητα, λέγων οὕτως· τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Β. τί φής, φίλτατε, ἀνθρωποφάγους; πῶς; Γ. οὓς ἂν ἄνθρωπος φάγοι δηλονότι· ταῦτα δʼ ἐστὶν Ἑκάτης βρώματα, φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσι. Πολίοχος Κορινθιαστῇ· ὅπως σε πείσῃ μηδὲ εἷς, πρὸς τῶν θεῶν, τοὺς βόακας, ἄν ποτʼ ἔλθῃ, λευκομαινίδας καλεῖν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License