DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
91

ΜΥΡΟΣ. δὲ μῦρος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, διαφέρει τῆς σμυραίνης. μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὀδόντας τε ἔσωθεν καὶ ἔξωθεν. Δωρίων δὲ τὸν μῦρόν φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν, ἀλλʼ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ. εἶναι δὲ αὐτῶν γένη δύο· εἰσὶ γὰρ οἳ μὲν μέλανες, οἳ δʼ ὑποπυρρίζοντες, κρείσσονες δʼ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέστρατος δὲ ἡδονικὸς φιλόσοφός φησιν· Ἰταλίας δὲ ... μεταξὺ κατὰ στενοκύμονα πορθμὸν πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ, ὠνοῦ· τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License