DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
9

Βάτων μὲν ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα· ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. Β. εἶτʼ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; Α. ζῆν δʼ ἐστὶ τὸ τοιοῦθʼ; Β. ὡς λέγουσιν οἱ σοφοί· γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δʼ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως· εὖ σῶς ἅπαντας τυχὸν δώσεις ἐμοί. Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντʼ ἐπὶ τούτοις θʼ οἷς λέγεις κηλούμενον; Β. ἅπαντας· οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστʼ ἐκπεπλῆχθαι πάντας. καὶ ἐν τῷ Ἀνδροφόνῳ δὲ ἐπιγραφομένῳ αὐτὸς Βάτων διαπαίξας τινὰ τῶν ἐπιεικῶν φιλοσόφων ἐπιφέρει· ἐξὸν γυναῖκʼ ἔχοντα κατακεῖσθαι καλὴν καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο· φρόνιμος οὗτός ἐστι, τοῦτο τἀγαθόν. Ἐπίκουρος ἔλεγε ταῦθʼ νῦν ἐγὼ λέγω. εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον, οὔτʼ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς. Ἡγήσιππος δʼ ἐν Φιλεταίροις· Ἐπίκουρος σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτʼ ἐστὶ τἀγαθόν, διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν. Β. εὖ γʼ, κράτιστʼ ἄνθρωπε καὶ σοφώτατε· τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστʼ οὐδὲ ἓν ἀγαθόν· Α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
Kaibel Index Scriptorum
BATO

HEGESIPPVS
POSIDONIVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Plato

Bato
Hegesippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License