DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
85

ΚΥΩΝ ΚΑΡΧΑΡΙΑΣ. περὶ τούτων φησὶν Ἀρχέστρατος τῶν ὀψοφάγων Ἡσίοδος Θέογνις· ἦν δὲ καὶ Θέογνις περὶ ἡδυπάθειαν, ὡς αὐτὸς περὶ αὑτοῦ φησιν διὰ τούτων· τῆμος δʼ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων, δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι. χέρνιβα δʼ αἶψα θύραζε φέροι, στεφανώματα δʼ εἴσω εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη. οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται σοφὸς οὗτος· λέγει γοῦν· εἶτʼ εἴησα καλὴν μὲν ἐφίμερον ὕμνον ἀείδειν, ἆθλον δʼ ἐν μέσσῳ παῖς καλὸς ἄνθος ἔχων σοί τʼ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηριόωσι, γνοίης χʼ ὅσσον ὄνων κρέσσονες ἡμίονοι. δʼ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις παραινεῖ· ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα· ἄλλο δʼ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δʼ ὀπτὰ γένηται, ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα μετʼ αὐτοῦ. ὅσσα δʼ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς, μήθʼ ὕδατος πηγὴν .... μήτʼ οἴνινον ὄξος συμμίξῃς, ἀλλʼ αὐτὸ μόνον κατάχευον ἔλαιον αὐχμηρόν τε κύμινον, ὁμοῦ δʼ εὐώδεα φύλλα. ἕψε δʼ ἐπʼ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλʼ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδʼ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσίν τʼ ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ. τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος.
Kaibel Index Scriptorum
ARCHESTRATVS

ARISTOTELES
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Theognis

Aristoteles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License