DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
84

ΚΟΚΚΥΓΕΣ. Ἐπίχαρμος· κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες. καὶ Δωρίων δέ φησι δεῖν αὐτοὺς ὀπτᾶν παρασχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ ῥοϊ, σιλφίῳ, ἁλί, ἐλαίῳ· στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δʼ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος Νουμήνιος οὕτως· ἄλλοτʼ ἐρυθρὸν κόκκυγʼ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Dorion

Menander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License