DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
83

ΚΩΒΙΟΙ. πολύχυλοι, ὥς φησιν Ἱκέσιος, εὐστομίᾳ διαφέροντες, εὐέκκριτοι, ὀλιγότροφοι καὶ κακόχυμοι. διαφέρουσι δʼ εὐστομίᾳ οἱ λευκότεροι τῶν μελάνων. δὲ τῶν χλωρῶν κωβιῶν σὰρξ χαυνοτέρα ἐστὶν καὶ ἀλιπεστέρα· καὶ χυλὸν ἐλάττονα καὶ λεπτότερον ἐναφιᾶσι, τροφιμώτεροί τʼ εἰσὶ διὰ τὸ μέγεθος. Διοκλῆς φησι τοὺς πετραίους αὐτῶν μαλακοσάρκους εἶναι. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ κώθους αὐτοὺς καλεῖ· σκάρον κῶθον τροφίην καὶ ἀναιδέα λίην. καὶ Σώφρων ἐν τῷ Ἀγροιώτῃ· κωθωνοπλύται φησὶ καὶ τὸν τοῦ θυννοθήρα δὲ υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δʼ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρός φησιν Κολοφώνιος ἐν ταῖς Γλώτταις καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ κωβιοὺς ὀνομάζει· τρυγόνες τʼ ὀπισθόκεντροι καὶ μάλʼ ἁδροὶ κωβιοί. Ἀντιφάνης δʼ ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβιοὺς καὶ ὁπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων· ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς πάσαισι, τοῖς δʼ ἥρωσι τὰ ψαίστʼ ἀπονεμῶ. ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς. ὡς προσβαλεῖν δʼ ἐκέλευσα τὸν τοιχωρύχον, τὸν ἰχθυοπώλην, προστίθημι, φησί, σοὶ τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί. ἄλλοι δʼ ἐπώλουν, ὡς ἔοικʼ, Ὀτρυνικούς. Μένανδρος Ἐφεσίῳ· τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐτίμα κωβιοὺς .... σφόδρα. ποταμίων δὲ κωβιῶν μνημονεύει Δωρίων ἐν τῷ περὶ ἰχθύων.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License