DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
80

τούτων ποτὲ λεχθέντων ἐπὶ τῷ καλῷ τούτῳ ὄψῳ τῶν κυνικῶν τις ἑσπέριος ἐλθὼν ἔφη ἄνδρες φίλοι, μὴ καὶ ἡμεῖς νηστείαν ἄγομεν Θεσμοφορίων τὴν μέσην ἄγομεν· δίκην γὰρ κεστρέων νηστεύομεν; ὡς γὰρ Δίφιλός φησιν ἐν Λημνίαις· οὗτοι δεδειπνήκασιν· δὲ τάλας ἐγὼ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας. ὑπολαβὼν δὲ Μυρτίλος· καὶ στῆτʼ ἐφεξῆς, ἔφη, κατὰ τὸν Θεοπόμπου Ἡδυχάρην· κεστρέων νῆστις χορός, λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι. οὐ πρότερον γάρ τινος μεταλήψεσθε, ἕως ἂν ὑμεῖς συμμαθητὴς ὑμῶν Οὐλπιανὸς εἴπητε διὰ τί νῆστις μόνος τῶν ἰχθύων κεστρεὺς καλεῖται. καὶ Οὐλπιανὸς ἔφη· ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δʼ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτʼ ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ φάσκων ὅτι μὴ νῆστις ὢν φαῦλός ἐστι καὶ ὅτι ἐὰν φοβηθῇ κρύπτει τὴν κεφαλὴν ὡς τὸ πᾶν κρύπτων σῶμα. Πλάτων τε ἐν Ἑορταῖς φησιν· ἐξιόντι μὲν γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἔν γʼ ἐμοί, σὺ δέ μοι εἰπέ, Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται. καὶ ὅς· ἤτοι διὰ τὸ ἄφωνοι εἶναι· βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς. ἐστὶ γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, δὲ ὂψ φωνή. καὶ γὰρ τοῦτʼ ἀγνοεῖς ἔλλοψ τις ὤν. ἐγὼ δὲ κατὰ τὸν σοφὸν Ἐπίχαρμον μηδὲν ἀποκρινομένου τοῦ κυνὸς τὰ πρὸ τοῦ δύʼ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω, καὶ φημὶ ἔλλοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μὴ προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινὰ δὲ καὶ θύοντες, ἰχθύων μόνων οὐ γεύονται τὸ παράπαν .... διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δὲ οὔ, ἡμεῖς μὲν ἄλλους ἰχθυολογήσομεν.
Kaibel Dialogi Personae
MYRTILVS
VLPIANVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License