DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
8

οὗτος Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐπιμελῶς ἐξετάσαι βουληθείς· καὶ ὥσπερ οἱ τὰς Περιηγήσεις καὶ τοὺς Περίπλους ποιησάμενοι μετʼ ἀκριβείας ἐθέλει πάντα ἐκτίθεσθαι ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν τε ποτόν τε. τοῦτο γὰρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται τῶν καλῶν τούτων ὑποθηκῶν ὧν πρὸς τοὺς ἑταίρους ποιεῖται Μόσχον τε καὶ Κλέανδρον, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖν ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα, ἄνδρας δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Χρύσιππος δʼ αὐτὸν ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν διʼ ἀφροδισίων ἡδονήν. οἴεται γὰρ οὕτως σοφὸς καὶ τὸν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων. διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσιν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Chrysippus
Epicurus

Bato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License