DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
79

ὅτι δὲ εἶδος κεστρέων οἱ νήστεις Ἄρχιππος Ἡρακλεῖ γαμοῦντί φησιν· νήστεις κεστρέας, κεφάλους. Ἀντιφάνης Λάμπωνι· κεστρεῖς ἔχων, ἀλλʼ οὐ στρατιώτας τυγχάνεις νήστεις. Ἄλεξις Φρυγί· ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδʼ ἀποτρέχω. Ἀμειψίας Ἀποκοτταβίζουσιν· ἐγὼ δʼ ἰὼν πειράσομαι εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν· ἧττόν γʼ ἂν οὖν νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί. Εὔφρων Αἰσχρᾷ· Μίδας δὲ κεστρεύς ἐστι· νῆστις περιπατεῖ. Φιλήμων Συναποθνῄσκουσιν· ἠγόρασα νῆστιν κεστρέʼ ὀπτὸν οὐ μέγαν. Ἀριστοφάνης Γηρυτάδῃ· ἆρʼ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ ἐστε νήστιδες, γινώσκεται. Ἀναξανδρίδης Ὀδυσσεῖ· τὰ πόλλʼ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. Εὔβουλος Ναυσικάᾳ· ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται, νῆστιν πονηροῦ κεστρέως τρίβων βίον.
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License