DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
78

καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν καὶ Ἐπίχαρμος δʼ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τʼ, ἐνῆν δὲ σκιαθίδες. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησίν, ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους. ἀπεσθίεται δʼ μὲν κεστρεὺς ὑπὸ λάβρακος, δὲ γόγγρος ὑπὸ μυραίνης. δὲ λεγομένη παροιμία κεστρεὺς νηστεύει ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων· ἐγὼ δʼ ἀπόλλυμαι. δὲ καλὸς Ἀρχέστρατός φησι· κεστρέα δʼ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τʼ ἀστείοισιν ὁμιλήσεις. Διοκλῆς Θαλάττῃ· ἅλλεται δʼ ὑφʼ ἡδονῆς κεστρεύς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License