Book 7
ΚΟΡΔΥΛΟΣ. τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ· τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν. μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις· ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
Kaibel Dialogi Personae
|