DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
73

ΚΙΘΑΡΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων περὶ ἰχθύων κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν. Φερεκράτης Δουλοδιδασκάλῳ· κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. Β. ἀγαθόν γʼ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ. Α. ἐκεῖνο θράττει μʼ, ὅτι λέγουσιν, ʼγαθή, ἔνεστιν ἐν κιθάρῳ τι κακόν. Ἐπίχαρμος Ἥβας γάμῳ· ἦν δʼ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δʼ Διοκλῆς Κύκλωψι· κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί. δʼ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ· κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ .... στερεός τε πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα· ἂν δʼ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ. καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε· χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δʼ ἀκόλαστος.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License