DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
72

ΚΑΠΡΟΣ καὶ ΚΡΕΜΥΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί· τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη. τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν· αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε, κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπʼ ἀθανάτων· τὸ γάρ ἐστιν νέκταρος ἄνθος. τούτου δʼ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδʼ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλων.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License