DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
71

ΚΙΧΛΑΙ καὶ ΚΟΣΣΥΦΟΙ. διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα· τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη. ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος· τρίγλην δʼ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός. Διοκλῆς δʼ ἐν πρώτῳ Ὑγιεινῶν οἱ δὲ πετραῖοι, φησίν, καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ· γλαύκους ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον κίχλας ἁλιειδέας. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ· βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τʼ ἄλκιμοι. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζωικῶν· καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη. Παγκράτης δʼ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι· οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον, πιότατον κεφαλῇ. Νίκανδρος δʼ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν· σκάρον κίχλην πολυώνυμον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License