DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
7

δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ (οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας, ὡς τὴν Κλεοστράτου τοῦ Τενεδίου Ἀστρολογίαν) περὶ τῆς ἀμίας φησὶν οὕτως· τὴν δʼ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδʼ ἂν ἐπιθυμῇς. εἰ δʼ ἐθέλεις καὶ τοῦτο δαήμεναι, φίλε Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δʼ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἶθʼ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γινώσκων ὁπότʼ ἔστʼ ὀπτή, καὶ μὴ κατακαύσῃς. ἔστω δʼ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθʼ ὁμοία γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License