Book 7
ΙΠΠΟΙ. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ· κορακῖνοι δὲ κοριοειδέες, πίονες χἰππίδια λεῖα, ψύχει ἁπαλακουρίδες. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ· ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τʼ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον, ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν. μνηονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως· ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.
Kaibel Dialogi Personae
|