DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
67

ΘΥΝΝΙΣ. τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, καλεῖσθαι ἀθέρα. ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν πολλὰ γίνεσθαι μικρὰ ᾠά. καὶ Σπεύσιππος δʼ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων καὶ Ἐπίχαρμος ἐν Μούσαις. Κρατῖνος δʼ ἐν Πλούτοις φησίν· ἐγὼ γάρ εἰμι θυννὶς μέλαινά σοι καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ἰχθύων ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δʼ κίμβιξ φησί· καὶ θύννης οὐραῖον ἔχειν τὴν θυννίδα φωνῶ τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν. εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας. θερμά τʼ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην· καὶ ξήρʼ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια. ἂν δʼ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη. καὶ Ἀντιφάνης δʼ ἐν Παιδεραστῇ· τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν. τῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως· μὲν ἐν ἀγρῷ τρεφόμενος θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει πλὴν τῶν παρὰ γῆν, γόγγρον τινʼ νάρκην τινʼ θύννης τὰ πρὸς γῆς. Β. ποῖα; Α. τὰ κάτωθεν λέγω. Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Β. τὸ δεῖνα δʼ ἐσθίεις, τουτι κακόνωτα πλοῖα; Γ. Κωπᾷδας λέγεις; ἀγρίως γε ... παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω. τὰ δʼ ἐγχέλεια γράψομαι λιποταξίου· κομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν· μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος, κατέφαγε δὴ τὸν κλῆρον· ὥστε χρὴ σκάπτειν πέτρας τορείας, σῦκα μέτρια τρώγων καὶ κρίθινον κόλλικα, δούλιον χόρτον. μνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License