DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
66

Ἀντίγονος δʼ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν Ἡρακλέων δʼ Ἐφέσιος θύννον τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δʼ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος. μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων· σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο ἄναυδος. καὶ ἀλλαχοῦ· τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην, ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν Μένανδρος Ἁλιεῦσι· καὶ θάλασσα βορβορώδης, τρέφει θύννον μέγαν. καὶ παρὰ Σώφρονι θυννοθήρας ἐστίν οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License