DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
65

ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι· μετὰ ταῦτα θύννων μεγαλόπλουτʼ ἐπεισέπλει ὑπογάστριʼ ὀπτῶν. Ἀριστοφάνης Λημνίαις· οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον. Στράττις Ἀταλάντῃ· ὑπογάστριον θύννου τι κἀκροκώλιον δραχμῆς ὕειον. ἐν δὲ Μακεδόσιν· ὑπογάστριά θʼ ἡδέα θύννων. Ἔριφος Μελιβοίᾳ· ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ· ἰχθύων δὲ δὴ ὑπογάστριʼ, Δάματερ, παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δʼ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δʼ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ· ὅστις ὠψώνηκʼ ἴσως τούτους μεγαλείως ταῖς κάκιστʼ ἀπολουμέναις ὑπογάστριʼ ἐλθὼν (ὅσα Ποσειδὼν ἀπολέσαι) τάττειν τε γεννικῶς παρασκευάζεται πλευρὰν μετʼ αὐτῶν. Ἄλεξις δʼ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν· καὶ τοὺς ἁλιέας δʼ εἰς τὸ βάραθρον ἐμβάλω· ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. Β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν. ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ· καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι Β. αἷς τὰς θύρας κλείουσι; Α. θύννειοι μὲν οὖν. Β. σεμνὸν τὸ βρῶμα. Α. καὶ τρίτη Λακωνική.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License