DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
64

ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφʼ οὗ φησιν Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως· οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν· ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δʼ ἡλίκον ἀράχνης. τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος· καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι. καὶ Θεοδωρίδας δέ φησι· θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον. Πολύβιος δʼ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License