DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
61

ΗΠΑΤΟΣ ΛΕΒΙΑΣ. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος δʼ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας καθʼ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δʼ τῶν δείπνων λοχαγός φησιν· καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License