DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
60

ΕΨΗΤΟΣ. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἀριστοφάνης ἐν Ἀναγύρῳ· οὐχ ἑψητῶν λοπάς ἐστιν. Ἄρχιππος Ἰχθύσι· καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν ἑψητός. Εὔπολις Αἰξίν· Χάριτες, αἷσι μέλουσιν ἑψητοί. Εὔβουλος ἐν Προσουσίᾳ Κύκνῳ· ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ. Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ· καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδαλεῖοί πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν· τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις οὐδὲ τριχίδων οὐδʼ οἷον ἑψητῶν τινῶν; πληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν Νιόβῳ· οὐδὲν μὰ Δίʼ ἐρῶ λοπάδος ἑψητῶν. Μένανδρος Περινθίᾳ· τὸ παιδίον .. εἰσῆλθεν ἑψητοὺς φέρον. ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ· βεμβράδʼ, ἀφύην, ἑψητόν. Ποσείδιππος Ἀποκλειομένῃ· ἑψητὸν ἀγοράζειν τινά. ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License