DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
6

παρατεθεισῶν οὖν ΑΜΙΩΝ ἔφη τις· ταύτας Ἀριστοτέλης ἱστορεῖ τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δʼ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι λέγων οὕτως· ὅτε δʼ ἦσθες ἀμίας παχείας. καὶ Ἐπίχαρμος δʼ ἐν Σειρῆσιν· πρωὶ μέν γʼ ἀτενὲς ἀπʼ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκύν γʼ ἐπʼ ὦν ἐπίομες οἶνον. Β. οἰβοιβοῖ τάλας. Α. περὶ σᾶμά με καλοῦσα κατίσκα λέγοι. Β. φοῦ τῶν κακῶν. Α. καὶ παρὰ τρίγλα τε μία παχῆα κἀμίαι δύο διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆς σκορπίοι τε. Ἀριστοτέλης δὲ παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δʼ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους.
Kaibel Dialogi Personae
ZOILVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License