DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
57

ΕΛΟΨ. προείρηται μέν τινα περὶ αὐτοῦ· ἀλλὰ καὶ Ἀρχέστρατός φησι τάδε περὶ αὐτοῦ· τὸν δʼ ἔλοπʼ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς, τόν γε κρατιστεύονθʼ. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονώς· ὥσθʼ ἡνίκʼ ἂν περὶ νήσους περὶ τὴν ἄλλην που ἁλῷ γῆν περὶ Κρήτην, λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License