DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
56

ὅτι δʼ ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες πολὺ μέν ἐστι καὶ παρὰ τοῖς ἀρχαίοις κωμικοῖς, καὶ Εὔβουλος δέ φησιν ἐν Ἠχοῖ· νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως παρέσται, ἔγχελυς, μέγα μοι μέγα σοι φῶς ... ἐναργές. καὶ ἐν Ἴωνι· μετὰ ταῦτα θύννων μεγαλόπλουτʼ ἐπεισέπλει ὑπογάστριʼ ὀπτῶν αἵ τʼ ἐχιδνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλʼ ἀμπεχόμεναι. καὶ ἐν Μηδείᾳ· παρθένου Βοιωτίας Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν. ὅτι δὲ καὶ αἱ Στρυμόνιαι ἐγχέλεις διʼ ὀνόματος ἦσάν φησιν ἐν Θαμύρᾳ Ἀντιφάνης· καὶ σοῦ γʼ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος. καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν (οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως· ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος) Δημήτριος δʼ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Antiphanes
Eubulus

Antimachus
Demetrius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License