DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
55

Ἀντιφάνης δʼ ἐν Λύκωνι κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν· τά τʼ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τʼ ἰσόθεον τὴν ἔγχελυν· πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα. τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθʼ ἡμῖν τυχεῖν, τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον· οὕτως ἔσθʼ ἅγιον παντελῶς τὸ θηρίον. Ἀναξανδρίδης δʼ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν· οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ· οὔθʼ οἱ τρόποι γὰρ ὁμονοοῦσʼ οὔθʼ οἱ νόμοι ἡμῶν, ἀπʼ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ· οὐκ ἐσθίεις ὕειʼ, ἐγὼ δέ γʼ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δʼ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκʼ ἂν λάβω. τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρʼ ὑμῖν δʼ, ὡς ἔοικʼ, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντʼ ἐὰν ἴδῃς κλαίεις, ἐγὼ δʼ ἥδιστʼ ἀποκτείνας δέρω. δύναται παρʼ ὑμῖν μυγαλῆ, παρʼ ἐμοὶ δέ γʼ οὔ. Τιμοκλῆς δʼ ἐν Αἰγυπτίοις· πῶς ἂν μὲν οὖν σώσειεν ἶβις κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίνʼ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License