DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
52

περὶ δὲ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ἐν τοῖς περὶ ὕλης, ὡς αἱ ἐγχέλεις εὐχυλότεραι πάντων εἰσὶν ἰχθύων καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων· πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι. ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατατάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι. ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν· πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ, ἵνα ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματίζονται. ὅθεν κἀν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι κᾆτʼ ἀφιᾶσι γλοιῶδες ἐξ αὑτῶν, γενόμενον ἐν τῇ ἰλύι ζωογονεῖται. λέγουσι δὲ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς μὲν νέμονται, ἡμέρας δʼ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσί τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν Ἀριστοτέλης ἱστορεῖ γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζωοτοκούσας ἀλλʼ οὐδὲ ἐξ ὀχείας, ἀλλʼ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης· καθάπερ καὶ ἐπὶ τῶν καλουμένων τῆς γῆς ἐντέρων λέγεται. διὸ καὶ Ὅμηρον τῆς τῶν ἰχθύων φύσεως χωρίζοντα τάδε εἰπεῖν· τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας.
Kaibel Dialogi Personae
ANONYMI
Meineke Index Scriptorum
Aristoteles
Hicesius

Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License