DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
51

καὶ τάριχοι δὲ παρὰ Φασηλίταις ἀποθύονται. Ἡρόπυθος γοῦν ἐν Ὥροις Κολοφωνίων περὶ τῆς κτίσεως ἱστορῶν τῆς Φασήλιδός φησιν ὅτι Λάκιος τὴν ἀποικίαν στείλας μισθὸν ἔδωκε τοῦ τόπου Κυλάβρᾳ ποιμένι νέμοντι πρόβατα ταρίχους, ἐκείνου τοῦτο αἰτήσαντος. προθέντος γὰρ αὐτῷ τοῦ Λακίου λαβεῖν τοῦ χωρίου ἄλφιτα ταρίχους εἵλετο Κυλάβρας τοὺς ταρίχους· καὶ διὰ τοῦτο οἱ Φασηλῖται ἀνὰ πᾶν ἔτος τῷ Κυλάβρᾳ ἔτι καὶ νῦν τάριχον θύουσι. Φιλοστέφανος δʼ ἐν τῷ πρώτῳ περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει· Λάκιον τὸν Ἀργεῖον τῶν σὺν Μόψῳ ἀφικομένων, ὅν τινες μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετʼ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς τῆς Μόψου μητρός, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβαλόντων· ἀγοράσαι δʼ αὐτὸν τὴν γῆν λέγεται, οὗ πόλις νῦν ἐστι, καθὰ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς δόντα τάριχον· τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφʼ ὧν ἦγον. ὅθεν κατʼ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον τιμῶντας ὡς ἥρωα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License