DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
50

ΕΓΧΕΛΥΣ. τῶν θαλασσίων ἐγχέλεων μνημονεύει Ἐπίχαρμος ἐν Μούσαις· Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων μνημονεύων καὶ τῶν ἀπὸ τῆς Κωπαΐδος τὰς Κωπαΐδας ἐπαινεῖ· γίνονται δʼ αὗται ὑπερμεγέθεις. φησὶ γοῦν Ἀγαθαρχίδης ἐν ἕκτῃ Εὐρωπιακῶν τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων ἱερείων τρόπον στεφανοῦντας καὶ κατευχομένους οὐλάς τʼ ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς· καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ ἔθους παράδοξον καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν φάσκειν τε ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. οὐ χρὴ θαυμάζειν εἰ ἱερείων τρόπον ἐγχέλεις θύονται, ὁπότε καὶ Ἀντίγονος Καρύστιος ἐν τῷ περὶ λέξεως τοὺς Ἁλαιέας λέγει θυσίαν ἐπιτελοῦντας τῷ Ποσειδῶνι ὑπὸ τὴν τῶν θύννων ὥραν, ὅταν εὐαγρήσωσι, θύειν τῷ θεῷ τὸν πρῶτον ἁλόντα θύννον, καὶ τὴν θυσίαν ταύτην καλεῖσθαι θυνναῖον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License