DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
5

πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, θαυμασιώτατε Τιμόκρατες, κατὰ γὰρ τὸν Σοφοκλέα χορὸς δʼ ἀναύδων ἰχθύων ἐπερρόθει, σαίνοντες οὐραίοισι οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας· καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας· πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν ................. ἐνάλιος θεωρία, χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός. ἀπομνημονεύσω δέ σοι περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω. ὅστις ἀγοράζων ὄψον ........... ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται· φησὶν Ἄμφις ἐν Λευκάδι· ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα. καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν, ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν Ζωίλος ἔφη· ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατος (οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι γράφων οὕτως· ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστιν) οἶδα ὅτι τὴν Τιτανομαχίαν ποιήσας, εἴτʼ Εὔμηλός ἐστιν Κορίνθιος Ἀρκτῖνος ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν· ἐν δʼ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι διʼ ὕδατος ἀμβροσίοιο. ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.
Kaibel Dialogi Personae
ZOILVS
ANONYMI

MYRTILVS
TIMOCRATI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License