DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
48

ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ Αἰτωλὸς Ἀλέξανδρος ἐν τῷ ἐπιγραφομένῳ Ἁλιεῖ, ὡς ὅτι γευσάμενος βοτάνης κατεποντώθη, ἣν Ἠελίῳ φαέθοντι ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαίη· Ἠέλιος δʼ ἵπποις θυμήρεα δόρπον ὀπάζει ὕλην ναιετάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν ἄτρυτοι, καὶ μή τινʼ ἕλοι μεσσηγὺς ἀνίη. Αἰσχρίων δʼ Σάμιος ἔν τινι τῶν ἰάμβων Ὕδνης φησὶ τῆς Σκύλλου τοῦ Σκιωναίου κατακολυμβητοῦ θυγατρὸς τὸν θαλάσσιον Γλαῦκον ἐρασθῆναι. ἰδίως δὲ καὶ περὶ τῆς βοτάνης λέγει, ἣν φαγὼν ἀθάνατος ἐγένετο· καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε. Νίκανδρος δʼ ἐν τρίτῳ Εὐρωπίας Νηρέως ἐρώμενον τὸν Γλαῦκον ἱστορεῖ γενέσθαι. δʼ αὐτὸς Νίκανδρος ἐν πρώτῳ Αἰτωλικῶν τὴν μαντικήν φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι· θηρῶντα δὲ περὶ τὴν Ὀρείην (ὄρος δὲ τοῦθʼ ὑπάρχειν ὑψηλὸν ἐν Αἰτωλίᾳ) λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ὑπὸ κρήνῃ τινὶ καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ὑποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν αὑτὸν ἐκρῖψαι. Ἡδύλος δʼ Σάμιος Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλατταν. Ἡδύλη δʼ τοῦ ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς Ἀττικῆς ἰάμβων ποιητρίας, ἐν τῇ ἐπιγραφομένῃ Σκύλλῃ ἱστορεῖ τὸν Γλαῦκον ἐρασθέντα Σκύλλης ἐλθεῖν αὐτῆς εἰς τὸ ἄντρον κόγχου δωρήματα φέροντα Ἐρυθραίης ἀπὸ πέτρης, τοὺς ἀλκυόνων παῖδας ἔτʼ ἀπτερύγους, τῇ νύμφῃ δύσπιστος ἀθύρματα. δάκρυ δʼ ἐκείνου καὶ Σειρὴν γείτων παρθένος οἰκτίσατο· ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς Αἴτνης.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License