DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
47

Ναυσικράτης Ναυκλήροις· δύο μέν φασιν ἁπαλοὶ καὶ καλοὶ παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις, ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη. Β. Γλαῦκον λέγεις. Α. ἔγνωκας. τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν Μηθυμναῖος ἐν τοῖς Βακχικοῖς ἔπεσιν ἐρασθέντα φησὶν Ἀρεάδνης, ὅτʼ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα· Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων· ἔνθεν ἐγὼ γένος εἰμί· πατὴρ δέ με γείνατο Κωπεύς. Προμαθίδας δʼ Ἡρακλεώτης ἐν ἡμιάμβοις Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον. Μνασέας δʼ ἐν τρίτῳ τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν γενεαλογεῖ. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι· ἁρπάσαντα Σύμην τὴν Ἰηλύσου καὶ Δωτίδος θυγατέρα ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δʼ ἐποποιὸς ἐν τῷ εἰς τὸν Γλαῦκον ὕμνῳ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναΐδος νύμφης μιγῆναί τε Ἀρεάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη. Ἀριστοτέλης δʼ ἐν τῇ Δηλίων πολιτείᾳ ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δʼ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ φανῆναι καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. Νικάνωρ δὲ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License