DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
46

Εὔβουλος Καμπυλίωνι· τήν τʼ εὐπρόσωπον λοπάδα ...... ....... τοῦδε τοῦ θαλαττίου Γλαύκου φέρουσαν εὐγενέστερον .... λάβρακά θʼ ἑφθὸν .... ἅλμῃ μίαν. Ἀναξανδρίδης Νηρεῖ· πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα γλαύκου πρόσωπον τοῦ τʼ ἀμύμονος δέμας θύννου τά τʼ ἄλλα βρώματʼ ἐξ ὑγρᾶς ἁλὸς Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον. Ἄμφις ἐν Ἑπτὰ ἐπὶ Θήβαις· γλαῦκοι δʼ ὅλοι, ῥαχιστὰ κρανίων μέρη εὔσαρκα. καὶ ἐν Φιλεταίρῳ· ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου τεμάχια. Ἀντιφάνης δʼ ἐν Κύκλωπι ὑπερακοντίζων τὸν τένθην Ἀρχέστρατόν φησιν· ἔστω δʼ ἡμῖν κεστρεὺς τμητός, νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή, βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, κέστρας ὀσφύς, ψήττας κίσχος, μαινίς, καρίς, τρίγλη, φυκίς· τῶν τοιούτων μηδὲν ἀπέστω.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License