DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
45

ΓΛΑΥΚΟΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες. Νουμήνιος ἐν Ἁλιευτικῷ· ὕκην κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δʼ ὀρφὸν γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα. τὴν δὲ τοῦ γλαύκου κεφαλὴν ἐπαινῶν Ἀρχέστρατός φησιν· ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ καὶ Μεγάροις· σεμνοῖς γὰρ ἁλίσκεται ἐκτεναγιστῆς. καὶ Ἀντιφάνης δʼ ἐν Προβατεῖ φησιν· Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί, θύννοι Μεγαρικοί, μαινίδες Καρύστιαι, φάγροι δʼ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι. δʼ αὐτὸς ἐν Φιλώτιδι καὶ ταῦτα λέγει· οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι ζέσαι. Β. τὸ δʼ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον, ὕδωρ. Β. γόγγρος; Α. ταὐτόν. Β. βατίς; Α. χλόη. Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία. Β. σπλήν; Α. σεσάχθω. Β. νῆστις;
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License