DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
44

Ἀρχέστρατος δὲ τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον περὶ τοῦ ἐν Ῥόδῳ γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις μετʼ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φερόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλʼ οὗτος μὲν μικρὸς καὶ μακρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον· τούτων δʼ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δʼ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον. ἀλλʼ γε Ἀρχέστρατος περὶ τοῦ Ῥοδιακοῦ γαλεοῦ λέγων τοῖς ἑταίροις πατρικῶς πως συμβουλεύων φησίν· ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν· ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα ὕστερον ἤδη πάσχʼ ὅτι σοι πεπρωμένον ἐστίν. τούτων τῶν ἐπῶν μνησθεὶς καὶ Λυγκεὺς Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ φησιν καὶ δικαίως παρακελεύεσθαι τὸν ποιητὴν τῷ μὴ δυναμένῳ τιμὴν ἀριθμῆσαι ἀδικίᾳ κτήσασθαι τὴν ἐπιθυμίαν. καὶ γὰρ τὸν Θησέα, φησί, γεγονότα καλὸν ὑπολαμβάνω τοῦ Τληπολέμου τὸν ἰχθὺν τοῦτον αὐτῷ παρασχόντος παρεσχηκέναι. Τιμοκλῆς δʼ ἐν Δακτυλίῳ φησί· γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License