DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
39

δὲ παρὰ Διφίλῳ ἐν τῷ Ζωγράφῳ καὶ πρὸς οὓς ἐκμισθοῦν αὑτὸν δεῖ διδάσκει λέγων οὕτως· οὐ μὴ παραλάβω σʼ οὐθαμοῦ, Δράκων, ἐγὼ ἐπʼ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην. οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω τίς ἐσθʼ θύων πόθεν συνίσταται τὸ δεῖπνον κέκληκεν ἀνθρώπους τίνας. ἔστιν δʼ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν πηδάλια συντρίψας νεώς, φορτίʼ ἐξέρριψʼ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν τοιοῦτον· οὐθὲν ἡδέως ποιεῖ γὰρ οὗτος, ἀλλʼ ὅσον νόμου χάριν· ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος τιθείς, τά θʼ αὑτοῦ σπλάγχνʼ ἕκαστος ἐσθίει. ἀλλʼ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς εἰς δέκʼ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ τὰ δάνειʼ ἐρυγγάνων, ἀφροδίσιʼ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν, ὑπὸ τοῦτον ὑπέμυξʼ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς Σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος τρόπος. μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ· πορεύομαι. ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δίʼ, ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα τὰ κράσπεδʼ ἀποθλιβέντα καὶ κεκραγότα· ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται; ἐῶ βοᾶν· πληγὰς γὰρ ἔτι προσλαμβάνειν ἐλθόντα καὶ τὴν νύχθʼ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ἀμίδα μοι ἔνεγκε πρῶτον φησίν. ὄξος φακῆ οὐκ εἶχε. πάλιν ᾔτησας· οἰμώξει μακρὰ πρῶτος μαγείρων φησίν. ἕτερα μυρία τοιαῦτα καταλέξαιμʼ ἄν. οὗ δὲ νῦν σʼ ἄγω, πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια ἄγουσʼ ἑταίρα μεθʼ ἑτέρων πορνῶν· χύδην σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων.
Kaibel Index Scriptorum
DIPHILVS

ARCHEDICVS
PHILEMO
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Diphilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License