DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
38

δὲ παρὰ τῷ νεωτέρῳ Φιλήμονι μάγειρος διδασκαλικός τις εἶναι θέλει τοιαῦτά τινα λαλῶν· ἐάσαθʼ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον ποιεῖτε τοῖς ὀπτοῖσι μήτʼ ἀνειμένον (τὸ γὰρ τοιοῦτʼ οὐκ ὀπτόν, ἀλλʼ ἑφθὸν ποιεῖ) μήτʼ ὀξύ· κατακάει γὰρ ὅσʼ ἂν ἔξω λάβῃ τοῦτο πάλιν, εἰς τὴν σάρκα δʼ οὐκ ἐνδύεται. μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδʼ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, ἀλλʼ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.
Kaibel Index Scriptorum
PHILEMO

DIPHILVS
NICOMACHVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Philemon

Diphilus
Nicomachus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License