DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
37

Νικόμαχος δʼ ἐν Εἰλειθυίᾳ καὶ αὐτὸς παράγει τινὰ μάγειρον ὑπερβάλλοντα τοὺς περὶ τὸν Διόνυσον τεχνίτας. λέγει δʼ οὖν οὗτος πρὸς τὸν μισθωσάμενον· ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. Β. πῶς; Α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας, πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων οὕτω τʼ ἐμισθώσω με; Β. μὰ Δίʼ, ἐγὼ μὲν οὐ. Α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει μάγειρος οὐκ οἶσθʼ. Β. εἴσομαι δέ γʼ ἢν λέγῃς. Α. τὸ γὰρ παραλαβόντʼ ὄψον ἠγορασμένον πότερʼ ἀποδοῦναι σκευάσαντα μουσικῶς διακόνου ʼστʼ οὐ τοῦ τυχόντος; Β. Ἡράκλεις. Α. μάγειρός ἐσθʼ τέλειος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς, ἀλλʼ ἔμπροσθε δεῖ ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας, ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ· παρακολουθήσεις χρόνοις, πότʼ ἄωρός ἐσθʼ ἕκαστος πόθʼ ὥριμος. τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίνεται θύννου βόαξ. Β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί; Α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα· τοῦτο διελέσθαι καὶ τόπον λαβόνθʼ ἕνα μερίσαι κατʼ εἶδος τῆς τέχνης ἐπιδέξια, ἐκεῖθεν ἐνταῦθʼ ἐστὶ μετενηνεγμένα. Β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς· περὶ τῆς ἰατρικῆς δέ; Α. τῶν γὰρ βρωμάτων πνευματικὰ παὶ δύσπεπτα καὶ τιμωρίαν ἔχοντʼ ἔνιʼ ἔστιν, οὐ τροφήν. δειπνῶν δὲ πᾶς τἀλλότρια γίνετʼ ὀξύχειρ κοὐκ ἐγκρατής· τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα εὕρητʼ ἐκεῖθεν. μεταφορὰ δʼ ἐστὶν τέχνης, ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἐμόν· περὶ τακτικῆς, ἕκαστα ποῦ τεθήσεται· ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς. οὐθεὶς ἕτερός σοι πρὸς ἐμὲ καὶ γραφήσεται. Β. μίκρʼ ἀντάκουσον ἐν μέρει κἀμοῦ. Α. λέγε. Β. σὺ μηθὲν ἐνόχλει μήτε σαυτὸν μήτʼ ἐμέ, ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Nicomachus

Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License