DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
36

ἀλαζονικὸν δʼ ἐστὶ πᾶν τὸ τῶν μαγείρων φῦλον, ὡς καὶ Ἡγήσιππος ἐν Ἀδελφοῖς παρίστησι. παράγει δὲ μάγειρον λέγοντα· βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημένʼ ἐστίν· λέγων φαίνου τι δὴ καινὸν παρὰ τοὺς ἔμπροσθεν μὴ κόπτε με. Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν ἔχων περίζωμʼ, ἀλλʼ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα· εἴδη λαχάνων ὅσʼ ἐστί, βεμβράδων τρόπους, φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστʼ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς τὰ βάπτʼ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν· τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; Β. τὰ πάρεργά μου ταῦτʼ ἔστιν. ἢν δὲ δὴ λάβω τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμʼ ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτʼ ὄψει πάλιν. ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί· δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετʼ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖνʼ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρʼ οἶδα τῶν καθημένων, οἳ καταβεβρώκασʼ ἕνεκʼ ἐμοῦ τὰς οὐσίας. πρὸς τῶν θεῶν, τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι;
Kaibel Index Scriptorum
HEGESIPPVS

PINDARVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Hegesippus

Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License