καὶ Θεμίσων δὲ ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικά, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν ἱστοριῶν, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς, ἔθυον δὲ αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθʼ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν· ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει. ὁ δʼ οὖν Μενεκράτης τοιοῦτος ὢν ὁποῖος εἴρηται οὐδὲν παραπλήσιόν ποτε ἐξωγκώσατο οἷον ὁ προειρημένος μάγειρος· ἀθανασίαν ηὕρηκα· τοὺς ἤδη νεκρούς, ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
Kaibel Dialogi Personae
|