DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
33

ταῦτα, νὴ τὴν Ἀθηνᾶν, οὐδʼ ἂν Μενεκράτης ἂν Συρακόσιος ἐξωγκώσατο Ζεὺς ἐπικαλούμενος, ὃς ἐφρόνει μέγα ὡς μόνος αἴτιος τοῦ ζῆν τοῖς ἀνθρώποις γινόμενος διὰ τῆς αὑτοῦ ἰατρικῆς. τοὺς γοῦν θεραπευομένους ὑπʼ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους συγγράφεσθαι ἠνάγκαζεν ὅτι ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. καὶ ἠκολούθουν μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς (Νικόστρατος δʼ ἦν οὗτος Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς· μνημονεύει δʼ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ λέγων ὧδε· οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός, Νικόστρατος δʼ Ἁργεῖος ἕτερος Ἡρακλῆς. ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοισι πτερά, ὡς Ζελείτης Νικαγόρας καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς περὶ τῶν ἐν Ἐφέσῳ τυράννων.) Ἡγήσανδρος δέ φησιν ὅτι καὶ Ἀστυκρέοντα θεραπευθέντα ὑπʼ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δʼ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφθείρετο. αὐτὸς δʼ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδάς τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν·
Kaibel Index Scriptorum
BATO
EPHIPPVS
HEGESANDER

PHILEMO
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Bato
Ephippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License