ὡς ἵμερός μʼ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γʼ ἔστʼ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, οἷον παρατέθεικʼ, οὐ πεφαρμακευμένον τυροῖσιν οὐδʼ ἄνωθεν ἐξηνθισμένον, ἀλλʼ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ... ὅμοιον ἐγένετʼ, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δʼ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην· ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδʼ ἔχων, ἄλλοι δʼ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἳ μὲν ἥρπασάν τι γάρ, οἳ δʼ οὐδέν, οἳ δὲ πάντα. καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. εἰ δʼ ἔλαβον ἄρτι σκάρον ἢ ʼκ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ʼξ Ἄργους κάπρον ἢ ʼκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντʼ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
|