DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
30

ΒΟΥΓΛΩΣΣΟΣ. Πυθαγορικὸς δὲ διʼ ἐγκράτειαν Ἀρχέστρατός φησιν· εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ· βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. τῶν δὲ βουγλώσσων διαλλάττοντές εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τʼ, ἐνῆν δὲ σκιαθίδες. Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Epicharmus

Sophron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License