τῶν δὲ παρόντων γραμματικῶν τις ἀποβλέψας εἰς τὴν τοῦ δείπνου παρασκευὴν ἔφη· εἶτα πῶς δειπνήσομεν τοσαῦτα δεῖπνα; ἴσως διὰ νυκτός, ὡς ὁ χαρίεις Ἀριστοφάνης ἐν Αἰολοσίκωνι εἶπεν, οὕτως λέγων οἱονεὶ διʼ ὅλης νυκτός· ὡς καὶ τὸ Ὁμηρικὸν ἔχει· κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων. ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων, τὸ μέγεθος αὐτοῦ ἐμφανίζων. πρὸς ὃν ὁ ἰατρὸς ἔφη Δάφνος ὠφελιμώτερά ἐστι, φίλτατε, τῷ παντὶ σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς τῆς τροφῆς ἁρμόττει πέψεις σηπτικὸν ὑπάρχον· κατὰ σῆψιν δʼ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται.
|