DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
29

ΒΛΕΝΝΟΣ. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν βλέννῳ θηλαμόνι. ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ ΒΑΙΟΝΑΣ τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις· ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρʼ Ἀττικοῖς δὲ παροιμία ἐστὶ μή μοι βαιών· κακὸς ἰχθύς.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Epicharmus
Sophron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License