DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
28

ΒΕΜΒΡΑΔΕΣ. Φρύνιχος Τραγῳδοῖς· χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ· βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες ἄλκιμοι. καὶ Σώφρων ἐν ἀνδρείοις· βαμβραδόνι, ῥαφίδι. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ· ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ ζωῇ ἔπʼ ἀγρώσσοις· τάδε δὴ σκέψαιο δέλετρα. Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων φησί· βεμβράδα ἀποκεφαλίσας, ἐὰν ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι. γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις προσαγορευομένη βεμβραφύη· ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι· γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν καρκινοβήτης. Ἀττικοὶ δʼ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι· βεμβράδας φέρων ὀβολοῦ. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι· οὔτʼ ἀφύη νῦν ἔστʼ ἔθʼ ἁπλῶς οὔτʼ αὖ βεμβρὰς κακοδαίμων. Ἀριστοφάνης Γήρᾳ· ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη. Πλάτων Πρέσβεσιν· Ἡράκλεις, τῶν βεμβράδων. ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ μ γραφόμενον Ἀντιφάνης δʼ ἐν Κνοιθιδεῖ· ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι κηρύγμαθʼ, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν. εἰ τοῦτο τοιοῦτʼ ἐστίν, οὐδὲν κωλύει τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θʼ ὅτι πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων. καὶ Ἄλεξις δʼ ἐν Χορηγίδι διὰ τοῦ μ εἴρηκεν· ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα. ἐν δὲ Πρωτοχόρῳ· ἐπιπονώτερον ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφʼ ἐγὼ ἀφʼ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν ἔχειν μετʼ Ἀττικιστὶ δυναμένου λαλεῖν. ὀνησιφόρον ἦν τοῦτο.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License