DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
27

ΒΩΚΕΣ. Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ περὶ ἰχθύων νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ· ἔτι δὲ ποττούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις· λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε. Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις· ἀλλʼ ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε. ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δʼ ἐν Μυρμηκανθρώποις εἰπών· ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθύν γέ φασι τὸ παράπαν, ἐπιφέρει· νὴ τὼ θεώ, οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς βόαξ. Ἀριστοφάνης δʼ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κοροκῖνον; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δʼ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License